Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.267 Joseph. AJ 7.272 (English) >>Joseph. AJ 7.276

7.270μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτʼ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ 7.271μάλιστα τιμωμένου.” ταῦτʼ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθʼ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλʼ ὑπὲρ μὲν τοῦ μὴ μετὰ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. δὲ Μεμφίβοσθοςπάντʼ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δʼ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν.” 7.272

Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων· γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο. 7.273 δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετʼ αὐτοῦ διατριβήν· καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλʼ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατʼ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.267 Joseph. AJ 7.272 (English) >>Joseph. AJ 7.276

Powered by PhiloLogic